Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 53
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 53-2
Not analysed yet
a. ἅν ποτε: ἥν ποτε. b. ἡ Τηϋγέτη ἡ θυγάτηρ τοῦ Ἄτλαντος. c. ταύτην Διὸς βουλομένου βιάσασθαι εἰς ἔλαφον ἐποίησεν ἡ Ἄρτεμις. εἶτα πάλιν ἄνθρωπος γενομένη τὴν ἔλαφον τῇ Ἀρτέμιδι καθιέρωσε |καὶ ἀνέθηκε χρυσοκέρων οὖσαν ὡς παράδοξον ὑπὲρ τῆς εὐεργεσίας διότι χρυσᾶ ποιήσασα κέρατα διέβαλεν ἐν αὐτῇ· οἱ δὲ ὅτι αὐτοφυῆ ἦν τὰ τῆς ἐλάφου κέρατα χρυσᾶ, καὶ διὰ τοῦτο ὡς ἀξίαν θαύματος ἀνέθηκεν. d. Ταϋγέτα: ἡ Τηϋγέτη τῆς Ἀρτέμιδός ἐστι φίλη. ταύτης ἠράσθη Ζεὺς καὶ αὐτὴν Ἄρτεμις διωκομένην εἰς ἔλαφον μεταβάλλει· ὅθεν καὶ εἰς ὑπόμνημα τοῦ πραχθέντος τὴν ἔλαφον χρυσώσασα ἀνέθηκε γαμηθεῖσα Διί. e. Ταϋγέτα: ὄνομα κύριον, Ἄτλαντος θυγάτηρ. αὕτη ἀφιέρωσε τῇ Ἀρτέμιδι τὴν ἔλαφον. λέγεται γὰρ ὅτι ἡνίκα Ἡρακλῆς παρέσχεν αὐτὴν Εὐρυσθεῖ, τότε εὑρέθη ἐπὶ τοῦ τραχήλου αὐτῆς γεγραμμένον· Ταυγέτη ἱερὰν ἀνέθηκεν Ἀρτέμιδι.