Ancient Greek
53.Part a to 53.Part d
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 53.Part a-Part d
Not analysed yet
a. ἔννεπε δ᾿ ἀντίον: οὐχ ὑπερέθετο στοχάσασθαι, ἀλλ᾿ ἐξ ἐναντίας ὁρῶν εἶπε πρὸς τὸν Αἰακὸν ὁ Ἀπόλλων ὅτι κατὰ τὰς σὰς ἐργασίας ἁλίσκεται· οἷον ἁλώσιμόν ἐστιν. ὅμοιον τῷ (λ 116)· οἵ τοι βίοτον κατέδουσιν· οὐδέπω γὰρ πάρεισιν οἱ μνηστῆρες ὅτε ἐμαντεύσατο ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατέδονται κατέδουσιν εἶπεν. b. ἔννεπε δ᾿ ἀντίον ὁρμαίνων: φροντίζων καὶ τὴν διάνοιαν ἐφιστάς. c. ὁ δὲ λόγος· οὐχ ὑπερέθετο στοχάζεσθαί, φησιν, ἀλλ᾿ ἐξ ἐναντίου ὁρῶν ἔτι εἶπεν. d. ὡς δὲ συνέβαλε τὸ σημεῖον, καὶ οἰκείως ἔννεπεν· οἱ προσβαλοῦντες κατὰ τὰ ἡμέτερα τείχη ἀπολοῦνται καθάπερ οἱ δύο δράκοντες· |ὁ δὲ κατὰ τὸ Αἰακοῦ τείχισμα ἐλθὼν δράκων κρατήσει, τουτέστιν οἱ προσβαλοῦντες κατ᾿ ἐκεῖνο τὸ μέρος· |ὥστε ἀπὸ τῶν τριῶν, ἐπειδὴ τὸ τρεῖς ἀρχὴ πλήθους ἐστὶ, τὸ πλῆθος τῶν Ἀχαιῶν εἰς σημείωσιν ἦχθαι.