Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 54
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 54-3
Not analysed yet
a. ἀπὸ, στόμα, ῥῖψον: ἀπόρριψόν μοι τοῦτον τὸν λόγον, ὦ στόμα. παῦσαι τοῦ λέγειν τοιαῦτα περὶ θεῶν· τὸ γὰρ βλασφημίας ἐχόμενα λέγειν περὶ θεῶν ἀλλότριον τοῖς σοφοῖς, ἀνοήτοις δὲ οἰκεῖον. b. σοφία μὲν [γὰρ] οἶδε τὸ γινώσκειν τὰ παλαιὰ καὶ ταῦτα ἑρμηνεύειν τεχνικῶς διασκευάζουσα, τὸ δὲ πρὸς λοιδορίαν ἕλκειν τὰ διηγήματα οὐχ ὅσιόν ἐστιν, ὡς διορίζεται. διὸ ἐχθρὰν σοφίαν αὐτὴν ὀνομάζει.