Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 55
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 55-2
Not analysed yet
a. ἦτοι βροτῶν: ἀντὶ τοῦ δὴ, ἵνα ᾖ ἡ ἀρχὴ τοῦ λόγου· τῶν δὴ βροτῶν οὐκ ἔστιν οὐδὲν κεκριμένον πέρας θανάτου· ἄδηλον γὰρ πότε συμβήσεται ὁ θάνατος τοῖς ἀνθρώποις. b. ἄλλως· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ θανάτου κατ᾿ οὐδὲν σαφές ἐστιν. c. ἢ οὕτω· τοῖς ἀνθρώποις τὸ τέλος τοῦ βίου κατ᾿ οὐδὲν σαφὲς, οὐδὲ ποδαπὴν τὴν ἐπιοῦσαν ἕξουσιν ἡμέραν ἴσασιν.