Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 55
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 55-3
Not analysed yet
a. τὰν μεθέπων: ἥντινα διώκων εἰς Ὑπερβορέους ἦλθεν. b. τὰν μεθέπων: ταύτην ἐπιδιώκων τὴν ἔλαφον ἐθεάσατο καὶ τοὺς Ὑπερβορέους καὶ ψυχροτάτους τόπους καὶ τὴν Σκυθίαν· ἔνθα στὰς ἐξεπλάγη τὰ δένδρα τῆς ἐλαίας, καὶ αὐτὸν ἐπιθυμία ἔλαβε φυτεῦσαι ἀπ᾿ αὐτῶν περὶ τοὺς τοῦ σταδίου τόπους τοῦ ἱππικοῦ.