Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 55
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 55-5
Not analysed yet
a. Πέργαμος ἀμφὶ τεαῖς: Πέργαμος, ἡ ἀκρόπολις. Ὅμηρος (Ε 446)· Περγάμῳ εἰν ἱερῇ. b. ἀποστρέφει δὲ τὸν λόγον πρὸς Αἰακόν· ἡ πόλις δὲ, ὦ ἥρως Αἰακὲ, τῶν Τρώων εὐάλωτος γενήσεται κατὰ τὴν ἐργασίαν τῶν σῶν χειρῶν, ὡς ἐμοὶ τὸ σημεῖον τὸ γεγενημένον ἐκ τοῦ Διὸς δηλοῖ. c. ἄλλως· κατὰ τὰς σὰς ἐργασίας ἡ Πέργαμος ἁλίσκεται· οἷον ἁλώσιμος ἔσται· |ὅμοιον τῷ (λ 115)· οἵ τοι βίοτον κατέδουσιν, ἀντὶ τοῦ καταβρώσονται. οὐδέπω γὰρ παρῆσαν οἱ μνηστῆρες ὅτ᾿ ἐσφαγίαζεν ὁ Ὀδυσσεὺς, ἀλλὰ ἀντὶ τοῦ κατεδοῦνται κατέδουσιν εἶπε.