Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 55
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 55.Part a
Not analysed yet
a. ὃς ἀνδρῶν Ἀρκάδων: Δίδυμός φησιν ὅτι πάντες οἱ ὑπομνηματισάμενοι Φαισάναν τὴν τῆς Ἀρκαδίας πόλιν· αὐτὸς δέ φησιν εἶναι τῆς Ἠλιδίας, καὶ παρατίθεται Ἴστρον ἱστοροῦντα ἐν τῇ ε΄ τῶν Ἠλιακῶν. ἤτοι οὖν Πίνδαρος ψεύδεται, ἢ διὰ τὸ τὴν Πίσαν ὑπὸ τοῖς Ἀρκάσι ποτὲ γενέσθαι βασιλεύειν φησὶ τῆς Φαισάνης τὸν Αἴπυτον.