Ancient Greek
55.Part c to 55.Part d
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 55.Part c-Part d
Not analysed yet
c. ὅτι αἱ πηγαὶ τοῦ Ἀλφειοῦ ἐξ Ἀσέας τῆς Ἀρκαδικῆς εἰσι, καὶ μεταποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. 58 EQ d. ἄνασσε Φαισάνᾳ: ὁ νοῦς· ὅστις Αἴπυτος βασιλεύων τῆς Ἀρκαδίας καὶ ἔχων ὑφ᾿ ἑαυτὸν τὴν Φαισάναν ἔλαχε κατοικεῖν ἐν ταῖς ἀρχαῖς τοῦ ποταμοῦ· ἄρχεται γὰρ τὰ ῥεῖθρα ἐν Ἀρκαδίᾳ, ἐν Ἤλιδι δὲ ἐκλάμπει πολύς.