Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 56
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 56-3
Not analysed yet
a. παρέπλαγξαν: αἱ γὰρ ταραχαὶ καὶ τὸν σοφὸν παράγουσιν εἰς τὸ πρᾶξαί τι ἄτοπον. b. μαντεύσατο δ᾿ ἐς θεὸν ἐλθών: ὡς οὖν ἀπέκτεινεν ὁ Τληπόλεμος τὸν Λικύμνιον, φεύγων τὸ μύσος εἰς Δελφοὺς ἐλθὼν ἐμαντεύσατο ὅποι χρὴ τραπέσθαι. ὁ τοίνυν Ἀπόλλων ἔχρησεν αὐτῷ ὥστε ἀπὸ τῆς ἀκτῆς τῆς Λερναίας, τουτέστι τοῦ Ἄργους, ἰθύνειν καὶ ὁρμᾶν διὰ πλοίων ἐπὶ χώραν τῆς νήσου Ῥοδίων.