Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 58
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 58-2
Not analysed yet
a. οὐδ᾿ ἁσύχιμον: λέγει ὅτι ἄδηλος ἡ τύχη τῶν ἀνθρώπων. τὴν δὲ ἡμέραν θυγατέρα τοῦ Ἡλίου ἔφη ἐναντίως Ἡσιόδῳ· ἐκεῖνος γάρ φησι (Theog. 124)· Νυκτὸς δ᾿ αὖτ᾿ Αἰθήρ τε καὶ Ἡμέρα ἐξεγένοντο· καθὸ ἐκ τῆς ἐπιτολῆς αὐτοῦ ἡ ἡμέρα γεννᾶται. b. ἀμφίβολον δὲ πότερον αὐτῷ ὁ λόγος καὶ ἐπὶ τοῦ θανάτου· οὐδὲ ὁπότε τελευτήσομεν τὴν ἐσχάτην ἡμέραν . . . . ὅτι ἀθορύβως ἐν τῷ τοῦ ζῆν χρόνῳ. οὕτω δὲ καὶ Ἀρίσταρχος ἀκούει. c. οὐδ᾿ ἁσύχιμον: ἥσυχον. ἀπράγμονα. εὐτυχῆ. d. οὐδ᾿ ὁπότε ἐν ἡσυχίᾳ ἐσόμεθα |ἀθορύβως καὶ ἀταράχως ἐν τῷ τοῦ ζῆν χρόνῳ. e. οὐδ᾿ ὁπότε διατελέσομεν ἡμέραν ἥσυχον. f. ἡμέρα δὲ ἡσύχιος, ἡ τοῦ θανάτου· ἐπεὶ ἐν αὐτῇ θανόντες ἡσυχάζομεν. g. (ἁσύχιμον:) θανάσιμον.