Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 60
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 60.Part a
Not analysed yet
a. Λερναίας ἀπ᾿ ἀκτᾶς: τὴν Λέρνην οἱ μὲν λέγουσι κρήνην, οἱ δὲ λοχμῶδες χωρίον· ἐνταῦθα δὲ καὶ Ὕδραν καταδεδυκέναι μυθολογοῦσι. Φερεκύδης δὲ καὶ πόλιν φησίν· οἱ δὲ ἐπίνειον Ἄργους, ἣ νῦν καλεῖται Λάμπεια. b. Λερναίας ἀπ᾿ ἀκτᾶς: ἀπὸ τοῦ Ἄργους. ἡ γὰρ Λέρνη κατὰ μέν τινας κρήνη, κατὰ δέ τινας λοχμῶδες χωρίον· ἐν ᾗ μυθεύουσι καὶ τὴν Ὕδραν καταδεδυκέναι. φασὶ καὶ τὴν ἄβυσσον κρήνην αὐτόθι εἶναι. ἕτεροι δὲ καὶ πόλιν φασίν.