Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 60
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 60.Part a-2
Not analysed yet
a. πρώτοις ἄρξεται καὶ τετράτοις: ἰδίως κατὰ τὴν φράσιν οὐ τῷ αὐτῷ ἀριθμῷ κέχρηται. ὅτε μὲν γὰρ λέγει πρώτοις, οὐ συγκαταριθμεῖται Αἰακὸς, ὅτε δὲ λέγει τετράτοις, συμπεριλαμβάνει καὶ τὸν Αἰακόν. πρῶτοι μὲν οὖν εἰσιν οἱ περὶ Πηλέα καὶ Τελαμῶνα, δεύτεροι δὲ Ἀχιλλεὺς καὶ Αἴας, τρίτος δὲ ὁ Νεοπτόλεμος· συγκαταριθμουμένου δὲ τοῦ Αἰακοῦ γίνεται τέταρτος. στρατευομένου εἰ δὲ μεθ᾿ Ἡρακλέους ἐπὶ τὸν Λαομέδοντα Πηλεὺς καὶ Τελαμὼν κατὰ τὸν Πίνδαρον, κατὰ δὲ τοὺς ἄλλους μόνος Τελαμών. δεύτεροι δὲ ποιοῦνται στρατείαν μετ᾿ Ἀγαμέμνονος Ἀχιλλεὺς καὶ Αἴας· μετὰ δὲ ταῦτα Νεοπτόλεμος στρατεύσας αἱρεῖ τὴν Ἴλιον. τὸ σημαινόμενον οὖν ἐστι, πρώτοις τοῖς περὶ Πηλέα, τετάρτῳ δὲ τῷ Νεοπτολέμῳ συγκαταριθμουμένου τοῦ Αἰακοῦ.