Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 61
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 61-2
Not analysed yet
a. ἀλλ᾿ ὁ μὲν Πυθῶνα: ἀλλ᾿ ὁ μὲν εἰς Πυθῶνα μαντευσόμενος ἀφίκετο. b. πιέσας: τὸν ἑαυτοῦ χόλον κατασχών. c. ἐν θυμῷ πιέσας: κατὰ τὴν ψυχήν. d. καίτοι δεινὴν οὖσαν τὴν ὀργὴν λογισμῷ κατασχὼν καὶ πρὸ τῆς ἀληθοῦς γνώσεως οὐκ ἐκφῆναι τὸ δεινὸν βουληθεὶς, καίτοι καὶ πάνυ χαλεπαίνων, εἰς τὸ τοῦ Πυθίου Ἀπόλλωνος μαντεῖον ἐπορεύετο γνωσόμενος ὑπὲρ τοῦ ἀτλήτου καὶ ἀτόπου τῆς διαφθορᾶς πάθους.