Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 61
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 61-3
Not analysed yet
a. εὐθυν ἐς ἀμφιθάλασσον: οἱ μὲν ἀντὶ τοῦ εὐθῦναι, οἱ δὲ ἀντὶ τοῦ εὐθέως. b. ἀμφιθάλασσον δὲ τὴν ἑκατέρωθεν θαλάσσῃ περιχεομένην. c. νομὸν δὲ τὴν κατανομήν. d. (εὔθυν᾿:) ἤγουν ὀρθὸν ποίησον. γράφεται καὶ εὐθὺν. e. ἀμφιθάλασσον: ἀμφιθάλασσον νομὸν τὴν Ῥόδον, καθὸ νῆσος οὖσα περιείργεται θαλάσσῃ. f. νομὸν δὲ, κατανέμησιν.