Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 62
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 62-2
Not analysed yet
a. ῥοαὶ δ᾿ ἄλλοτ᾿ ἄλλαι: ῥεύματα δὲ ἀλλοῖα καὶ ἀλλοῖα μετὰ εὐθυμιῶν τε καὶ μόχθων εἰς τοὺς ἀνθρώπους ἔρχονται. b. θέλει δὲ εἰπεῖν ὅτι οὐχ οἷόν τέ ἐστιν ἀνθρώπους ὄντας ἀεὶ ἐν εὐθυμίᾳ διάγειν, ἀλλὰ πάντως καὶ ἀτόποις ἐντυγχάνειν ἀνάγκη. c. ἄλλως· ῥεύματα. μεταβολαί. d. αἱ τῆς τύχης φοραὶ ἄλλοτε εἰς ἄλλους ἀνθρώπους μεταβαίνουσιν ἢ εὐθυμίαν ἢ πόνον παρέχουσαι.