Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 62
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 62-3
Not analysed yet
a. ἀντιθέοισιν: ἀντὶ τοῦ . . . οἱ Διόσκουροι θνητοὶ ὄντες πρότερον ἀθανασίας ἔτυχον παρὰ τοῦ Διός. b. νίσεται: ἔρχεται Ἡρακλῆς σὺν τοῖς Διοσκούροις· τούτοις γὰρ ἀποθεούμενος ἐπέτρεψε διοικεῖν τὸν ἀγῶνα. c. τὸ δὲ ἀντιθέοισιν πρὸς τοὺς Διοσκούρους, ὅτι καὶ θνητοὶ ὄντες ἀθάνατοι ἐγένοντο. d. καὶ νῦν νίσεται: ἥξει καὶ ἐπὶ τῇ παρούσῃ πανηγύρει τοῦ Θήρωνος ὁ Ἡρακλῆς ἅμα τοῖς ἰσοθέοις τῆς Λήδας παισὶ Διοσκούροις· τούτοις γὰρ ἐπέτρεψε διατιθέναι τὸν ἀγῶνα Ἡρακλῆς, αὐτὸς λοιπὸν εἰς θεοὺς ἀναχωρῶν.