Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 62
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 62.Part b
Not analysed yet
b. Πρωτογενείας καὶ Λοκροῦ κατ᾿ ἐπίκλησιν Ὀποῦς· ἡ δὲ Πύρρα καὶ Δευκαλίων ἐκ τοῦ Παρνασσοῦ ἐλθόντες ἐν τῇ λάρνακι πρῶτον ᾤκησαν ἐν τῇ Ὀποῦντι πλησίον Παρνασσοῦ. ἔνιοι οὐκ ἐν Ὀποῦντί φασι Πύρραν οἰκῆσαι. ὁ γὰρ Ἀπολλόδωρος οὕτως γράφει· οἰκῆσαι δὲ ἐν Κύνῳ τὸν Δευκαλίωνα λέγεται, καὶ τὴν Πύρραν ἐκεῖ τετάφθαι φασίν· ἱστορεῖ δὲ ταῦτα. καὶ Ἑλλάνικος (FHG I, 48). δυσχεραίνοι δὲ ἄν τις, πῶς τινές φασι Πύρρας καὶ Δευκαλίωνος εἶναι Πρωτογένειαν, τοῦ Πινδάρου ἐξ Ὀποῦντός τινος Ἠλείου λέγοντος αὐτὴν γεγενῆσθαι. ὁ δὲ Ἑλλάνικος (l. c.) και τὴν λάρνακα οὐ τῷ Παρνασσῷ φησι προσενεχθῆναι, ἀλλὰ περὶ τὴν Ὄθρυν τῆς Θεσσαλίας.