Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 62
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 62.Part c
Not analysed yet
c. Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας: ἀπὸ κοινοῦ τὸ ἔσπευδεν, |εἰς τὰς Ἀμαζόνας, οὔσας παρὰ τῷ Θερμώδοντι ποταμῷ τῆς Παφλαγονίας· ἵν᾿ ἔχῃ τὸ ἑξῆς οὕτω, κατὰ τὸν τῆς χωρογραφίας λόγον· πρῶτον μὲν εἰς Λυκίαν ἔσπευδεν· |ἔπειτα εἰς τὰς Ἀμαζόνας· εἶτα ἐκεῖθεν διέβαινεν εἰς Σκυθίαν καὶ ἐπὶ τὸν Ἴστρον ποταμὸν (λέγει δὲ τοὺς Ὑπερβορέους) παρεγένετο. καὶ τὰ μὲν πρῶτα χωρία τῆς Ἀσίας εἰσὶ, τὰ δὲ δεύτερα τῆς Εὐρώπης.