Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 64
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 64.Part c
Not analysed yet
c. ἄλλως· ἵν᾿ αἰολοβρόντα: ἔνθα, ἐν ᾗ Ὀποῦντι κατὰ βούλησιν τοῦ Διὸς ὅ τε |Δευκαλίων καὶ ἡ πύρρα ἀπὸ τοῦ ὄρους τοῦ Παρνασοῦ καταβάντες κατῴκισαν ἑαυτοῖς οἰκίαν. ὅτε γὰρ ὁ κατακλυσμὸς, ἀνῆλθον εἰς τὸν Παρνασόν· ὄρος δέ ἐστι πάντων ὑψηλότατον. Πρωτογένεια δὲ κατὰ μέν τινας Προμηθέως, κατὰ δὲ ἐνίους Ὀποῦντος τοῦ ἐν Ἤλιδι ποταμοῦ. ἐκ ταύτης καὶ Διὸς Ὀποῦς ἡ πόλις τῶν Ὀπουντίων. ἵν᾿ οὖν δείξῃ τὸ εὐγενὲς τῆς μητρὸς, λέγει τὴν πόλιν τῆς Ὀποῦντος Πρωτογενείας.