Ancient Greek
Scholia in Olympionicarum carmen VII., Line 65
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 65.Part x
Not analysed yet
ἁνίχ᾿ Ἁφαίστου τέχναισι: τὸν καιρὸν καθ᾿ ὃν Ζεὺς ἐν Ῥόδῳ χρυσὸν ὗσε, διὰ τῆς ἱστορίας ἐπισημαίνεται καί φησιν ὅτι |ἡνίκα ὁ Ζεὺς διαιρεθείσης αὐτοῦ τῆς κεφαλῆς ὑπὸ τοῦ πελέκεως τοῦ Ἡφαίστου ἀνέδωκεν ἐκ τῆς κορυφῆς τὴν Ἀθηνᾶν· ἡ δὲ ἀνορούσασα καὶ ἔκδηλος γενομένη μέγα ἐβόησεν.