Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 67
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 67-2
Not analysed yet
a. Χρόνος: διότι καὶ οὗτος ὁ χρόνος ἀποδέδωκε τὸν ὕμνον ὃν εἶπεν. b. ἄλλως· τὸ δὲ πρότερον ἀσαφὲς σαφὲς καὶ κατάδηλον ἐποίησεν, ὅτι Ἡρακλῆς διελὼν ἔθυσε τὰς ἀπαρχὰς τῶν σκύλων. c. κατέφρασε: ὁ χρόνος, φησὶ, προιὼν τὸν τόπον ἐδήλωσε. 68. τὴν λείαν. 69. ἔθηκε τὴν πρώτην Ὀλυμπιάδα. d. τὸ δ᾿ ἐς ἀφανὲς ἰὼν πρόσω κατέφρασε: τὸ δὲ πρότερον ἀφανὲς ὂν προιὼν ὁ χρόνος ἐνεφάνισε καὶ φανερὸν ἐποίησε, ποῦ τὰ λάφυρα τοῦ πολέμου καὶ τὰ ἀπάργματα ἔθυσεν ὁ Ἡρακλῆς. e. ἢ οὕτω· προιὼν δὲ ὁ χρόνος τὸ σαφανὲς ἡμῖν κατέδειξεν, ὅπως τὴν τοῦ πολέμου δόσιν, τουτέστι τὰ ἀκροθίνια διαμερίσας τοῖς θεοῖς ἔθυσε. 68 b EQ f. ἄλλως· τὸ ἀφανὲς ἰὼν εἰς τὸ πρόσω ὁ χρόνος ἔκδηλον ἐποίησεν. |ἀφανὲς γὰρ ὂν πρότερον τοῦτο τὸ χωρίον ὁ χρόνος διάδηλον ἐποίησεν. g. ἕτεροι δὲ οὕτω, σαφανές, ἵν᾿ ᾖ τὸ σαφὲς, ὑφὲν ἀναγινώσκουσιν, ὡς πρὸς τὴν ἄνω διάνοιαν· |τὸ δὲ ἀληθὲς ὂν καὶ σαφὲς ἀεὶ ὁ χρόνος φανεροῖ.