Ancient Greek
Scholia in Olympionicarum carmen I., Line 69
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 69.Part x
Not analysed yet
ἔνθα δευτέρω χρόνῳ: δευτέρῳ ἀντὶ τοῦ ὑστέρῳ. προτέρῳ δὲ ἐχρῆν εἰπεῖν· πρεσβύτερος γὰρ Γανυμήδης Πέλοπος, ὡς ἔστιν ἐκ τῶν ἐπιγόνων τεκμήρασθαι. |Ἕκτωρ γὰρ καὶ Ἀγαμέμνων· Ἀτρεὺς καὶ Πρίαμος· Πέλοψ καὶ Λαομέδων. καὶ πάλιν Λαομέδων, οὗ Πρίαμος, οὗ Ἕκτωρ· Πέλοπος δὲ Ἀτρεὺς, οὗ Ἀγαμέμνων ὁ κατὰ τὸν Ἕκτορα. προανήρπασται οὖν Γανυμήδης Πέλοπος. καθ᾿ ὑπερβατὸν οὖν αὐτὸ ἀκουστέον, ὅπως ἐπὶ τοῦ Πέλοπος λέγηται, καὶ ἔστι τὸ ὑπερβατὸν οὕτως· Διὸς δῶμα μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦν καὶ Γανυμήδης· ἔξωθεν τὸ πρότερον προσληπτέον. οὕτως· ὁπότ᾿ ἐκάλεσε πατὴρ ἐπὶ τὸν εὐνομώτατον ἔρανον φίλαν τε Σίπυλον, τότε ἀγλαοτρίαιναν μεταβᾶσαι δευτέρῳ χρόνῳ, ἔνθα ἦλθε καὶ Γανυμήδης.