Ancient Greek
71.Part c to 71.Part e
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 71.Part c-2-Part e
Not analysed yet
c. εἰ δ᾿ ἐγὼ Μελησία: εἰ οὖν καὶ αὐτὸς τῷ Μελησίᾳ τὸν ὕμνον ἐφαρμόζων ἐπὶ τὴν δόξαν αὐτοῦ ἀνέδραμον, ἣν ἔσχεν ἀγωνιζόμενος [ἐξ] ἀγενείων, μηδείς με τοῦ φθόνου τῷ λίθῳ ἀκοντιζέτω, ἀντὶ τοῦ μηδείς με διὰ βασκανίαν κακῶς ἀγορευέτω. |Μελησίας δὲ ἀπὸ ἀθλητῶν νῦν ἀλείπτης τοῦ Ἀλκιμέδοντος. d. ἢ οὕτως· εἰ δὲ ἐκ τῶν ὕμνων τοῦ Ἀλκιμέδοντος ἐπὶ τὸ τοῦ Μελησίου κῦδος ἀνέδραμον, ὃ ἔσχεν ἐξ ἀγενείων, μηδείς μοι φθονείτω· ἐρῶ γὰρ καί φημι αὐτὸν ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν ἐσχηκέναι χάριν καὶ νίκην· |ταύτην δὲ εἴποιμι ἂν ἣν μετὰ ταῦτα εἰς τὴν τῶν ἀνδρῶν μάχην ἐκ τοῦ παγκρατίου ἔσχεν. e. ἄλλως· ὡς τοῦ Μελησίου προηθληκότος καὶ τανῦν ἀλείφοντος καὶ διδάσκοντος τὸν Ἀλκιμέδοντα· ὥστε οὐ τῷ Μελησίᾳ γράφεται ὁ ἐπίνικος, ἀλλὰ τῷ Ἀλκιμέδοντι. ὁ οὖν εἰδώς, φησι, ῥᾳδίως διδάσκει, οὐχ ὁ ἀγνοῶν.