Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 72
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 72-2
Not analysed yet
a. τὸ δὲ χρησθὲν παλαίφατον: τὸ δὲ μαντεῖον τὸ δοθὲν Λαΐῳ κατὰ τὴν Πυθῶνα παρ᾿ Ἀπόλλωνος, τοῦτο πατροκτονήσας ἐπὶ πέρας ἤγαγεν ὁ Οἰδίπους. b. ἄλλως· παλαίφατον: τὸ πάλαι πεφατισμένον καὶ ῥηθὲν Λαίῳ. c. ἐν δὲ Πυθῶνι: τὸ δὲ χρησθὲν τῷ Λαΐῳ ἐν Πυθοῖ, τὸ (Eur. Phoen. 18) μὴ σπεῖρε, Λάιε Λαβδακίδα, ἄλοκα δαιμόνων βίᾳ, εἰς γὰρ κακόν σου τοῦτ᾿ ἔσται, ἐξεπλήρωσεν Οἰδίπους. d. (τελέσας:) γράφεται καὶ τέλεσε.