Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 72
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 72-4
Not analysed yet
a. τίς δὴ ποταίνιον ἔλαβε στέφανον: πρὸς τὴν Μοῦσαν. b. ποταίνιον: πρόσφατον· ἐκ δὲ τοῦ παρακολουθοῦντος σημαίνει τὸ πρῶτον, ἐπεὶ ὁ πρῶτος πρόσφατός ἐστι. c. τίς οὖν, φησι, πρῶτος ἔλαχε τὸν στέφανον ὅτε ἔθηκεν ὁ Ἡρακλῆς τὸν ἀγῶνα; d. τίς δὴ ποταίνιον: Δωρικῶς τὸν πρόσφατον. e. τίς δὴ οὖν προσφάτως καὶ ἐν ἀρχῇ νικῆσαι δεδύνηται, ἤτοι διὰ χειρῶν ἢ δρόμῳ ἢ ἅρματι, |ἐνδόξως μὲν αὐτὸς ἀγωνισάμενος, τὸ δὲ τοῦ ἀνταγωνιστοῦ κλέος καθελών; f. ἄλλως· ποταίνιον ἀντὶ τοῦ πρόσφατον, νεαρόν. ἐκ δὲ τοῦ παρακολουθοῦντος νῦν σημαίνειν βούλεται. g. τίς πρῶτον ἔλαχε στέφανον, ὅτε ἔθηκε τὸν ἀγῶνα Ἡρακλῆς;