Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 73
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 73-2
Not analysed yet
a. ἦλθε δ᾿ ὑπὸ σπλάγχνων, ἕως κηδόμενοι: ὁ νοῦς τοιοῦτος· ἐγεννήθη δὲ ἐξ ἐπεράστου ὠδῖνος ὁ Ἴαμος καὶ ἦλθεν εἰς τὸ φῶς εὐθέως. τοῦτον οὖν τίκτουσα καὶ ἐπιλυπουμένη καταλέλοιπεν ἐπὶ τῇ γῇ ἡ Εὐάδνη. δύο δὲ αὐτὸν φοβερώτατοι δράκοντες θεῶν βουλήσει ἀνέθρεψαν ἀβλαβῆ ἰὸν προσφερόμενοι· ἵνα λέγῃ τὸ μέλι. b. ὑπ᾿ ὠδῖνος: ἡ δευτέρα ὑπό ἀντὶ τῆς μετά, ἡ πρώτη δὲ ἀντὶ τῆς ἀπό.