Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 74
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 74-2
Not analysed yet
a. καὶ Νεμέᾳ γάρ ἕως τοῦ ἐν παγκρατίῳ: ταύτην δὲ τὴν μάχην καὶ τὴν νίκην ἐπὶ τῶν ἀγενείων καὶ ἐν ἀνδράσιν ἔσχεν. b. ὁμοίως ἐν τῇ Νεμέᾳ τὴν αὐτὴν χάριν ἔσχε νίκης ἀγενείων κἀκεῖ παγκρατίου. c. καὶ ἐν Νεμέᾳ γὰρ ὁμῶς: τὴν γὰρ αὐτὴν χάριν ὁμοίως ἐρῶ καὶ ἐν Νεμέᾳ γεγενημένην αὐτῷ· καὶ γὰρ ἐκεῖ νενίκηκε. |δεύτερον ἐξ ἧς πάλιν Νεμεακὴν νίκην αὐτοῦ συνίστησι τοῦ ἀλείπτου τῶν νικηφόρων τούτων, εἰς οὓς τὸν ἐπίνικον ἔγραψεν. ἔστι δὲ καὶ αὐτὸς τῶν νενικηκότων τοὺς προεκκειμένους ἀγῶνας.