Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 74
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 74-3
Not analysed yet
a. ἄνθεα δ᾿ ὕμνων: παρὰ τὸ Ὁμηρικόν (α 351)· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. b. δοκεῖ δὲ τοῦτο πρὸς τὸ Σιμωνίδειον εἰρῆσθαι· ἐπεὶ ἐκεῖνος ἐλασσωθεὶς ὑπὸ Πινδάρου λοιδορίας ἔγραψε κατὰ τοῦ κρίναντος ἀγαθῶν εἰδέου ἐπειδὴ ἐκεῖνος εἶπεν (fr. 75)· ἐξελέγχει ὁ νέος οἶνος οὔπω πέρυσι δῶρον ἀμπέλου· ὁ δὲ μῦθος ὅδε κενεόφρων: κούρων δὲ, διὰ τοῦτο ὁ Πίνδαρος ἐπαινεῖ παλαιὸν οἶνον. c. ἄνθεα δ᾿ ὕμνων νεωτέρων αἴνει: Ὅμηρος (α 351)· τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾿ ἄνθρωποι, ἥτις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. d. ἄλλως· ἄνθεα ὕμνων τὰς ὑποθέσεις. ταῦτα δὲ αἰνίττεται πρὸς Σιμωνίδην.