Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 76
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 76-2
Not analysed yet
a. κνιζομένα: λυπουμένη ἐπὶ τῷ μὴ δύνασθαι τρέφειν αὐτόν. b. τὸν μὲν κνιζομένα: δοκεῖ τὸ κνιζομένα ἐναντίον εἶναι πρὸς τὴν τῆς Εἰλειθυίας εὐμένειαν· καὶ ἴσως τὴν μετρίαν αἴσθησιν τῆς ἀλγηδόνος ὑποφαίνει [καὶ] κνισμὸν ὀνομάζων. c. ἢ λυπουμένη· ἤλγει μὲν γὰρ ὡς μήτηρ, στέργουσα τὸ τέκνον· κατελείπετο δὲ αὐτὸ ἐπὶ τῆς ἐρημίας βουλομένη λαθεῖν. d. γλαυκῶπες αὐτόν: ἢ πυρώδεις· τὸ γὰρ γλαυκὸν ἐπὶ τοῦ πυρώδους ἔθεντο πολλοὶ καὶ τὴν σελήνην γλαυκὴν λέγουσιν. ἢ ἀπὸ τοῦ γλαύσσειν.