Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 79
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 79.Part d
Not analysed yet
d. [Ἡρακλέος στηλᾶν:] ὁ Ἡρακλῆς ἡνίκα ἐπὶ τὰς Γηρυόνου βοῦς εἰς τὴν Ἐρύθειαν λεγομένην νῆσον πρὸς τῷ Ὠκεανῷ παρεγένετο, πᾶσαν διεξελθὼν τὴν πλεομένην θάλασσαν, ἐβούλετο προσωτέρω χωρεῖν· εἶτα χάος εὑρὼν καὶ ζόφον ἔστησε στήλας, δι᾿ ὧν ἐμήνυσε τὸ τέλος τῆς θαλάσσης, ὡς μηδὲν εἶναι περαιτέρω πλωτόν. πρὸς τοῦτο οὖν ἡ διάνοια ἀποδίδοται, ὅτι ὁ νικήσας Ὀλύμπια μηδὲν ζητείτω πλέον· ἔχει γὰρ τὸ τέλος τῆς εὐδαιμονίας, ὥσπερ τὸ τέλος τῆς θαλάσσης αἱ Ἡρακλέους στῆλαι.