Ancient Greek
Scholia in Olympionicarum carmen III., Line 8
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 8-2
Not analysed yet
a. νεοσίγαλον: νεοποίκιλον. σιγαλῶσαι γὰρ τὸ ἐπιθεῖναι ἐπὶ πᾶσι τὸν κόσμον. b. ἀμφιβάλλεται δὲ ὁ λόγος. ἤτοι γὰρ τοιοῦτόν ἐστιν· οὕτω μοι παρέστη ἡ Μοῦσα, ἵνα τοῖς Διοσκούροις ἀρέσω· ἢ, οὕτως μοι παρέστη ἡ Μοῦσα καὶ ἔρχεται ὥστε Δωρίδι διαλέκτῳ νεοποίκιλτον ἐπαγγεῖλαι ὕμνον. c. πέδιλον δὲ κυρίως μὲν τὸ ὑπόδημα, νῦν δὲ τὸ μέλος. τὸ δὲ Δωρίῳ ἐπὶ τοῦ πεδίλου τέταχεν, ἵνα †αἰνέσω τὸ Δώριον μέλος. d. τουτέστιν ὅπως διοδεύσω διὰ τοῦ Δωρίου μέλους. e. νεοσίγαλον τρόπον: νεοποίκιλτον ἐπινοήσαντι ὑπόθεσιν, τὸ γράψαι εἰς θεοξένια.