Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 80
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 80-2
Not analysed yet
a. Ἀδραστεΐδαν: ἐνταῦθα ἀντὶ ἑνικοῦ πληθυντικῶς ἐξήνεγκεν· ἔστι γὰρ Ἀδραστεΐδος· ἐκ μιᾶς γὰρ τῆς Ἀδράστου θυγατρὸς Ἀργείας γέγονε. b. τὸ δὲ Ἀδραστεΐδαν οὐ περισπαστέον· ἔστι γὰρ θηλυκὸν καὶ ἔχει τὴν εὐθεῖαν Ἀδραστεῖς, τῶν Ἀδραστεΐδων· |τὸ γὰρ ἀρσενικὸν περισπᾶται, οἱ Ἀδραστεῖδαι, τῶν Ἀδραστειδῶν. c. EM 18, 46: Ἀδραστεϊδῶν: Ἄδραστος κύριον· Ἀδραστίδης, Ἀδραστιδῶν· καὶ πλεονασμῷ τοῦ ε, Ἀδραστεϊδῶν θάλος.