Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 81
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 81-3
Not analysed yet
a. κεῖνα δὲ κεῖνος: ὁ μαθὼν καὶ προαθλήσας εὐκολώτερον ἂν διδάξοι ἄλλον, κατὰ ποῖον τρόπον προβαίνειν οἷόν τε, θέλοντα ἀπὸ τῶν ἱερῶν ἀγώνων δόξαν λαβεῖν. b. ἢ ὁ Μελησίας. a. κεῖνα δὲ κεῖνος ἂν εἴποι: εἴποι δ᾿ ἂν ἀκριβῶς ἐκεῖνα τὰ ἔργα καὶ ἐμπειρότερον ἐκεῖνος ὁ μεμαθηκὼς καὶ τῇ πείρᾳ τὴν διδασκαλίαν ἀκριβώσας, τὰ τῶν ἀγωνισμάτων ἔργα, καὶ ποῖος τρόπος εἰς εὐδοξίαν ἄνδρα ὁδηγῆσαι δύναται ἐκ τῶν ἱερῶν ἀγώνων ποθεινὴν βουλόμενον δόξαν ἀποφέρεσθαι.