Ancient Greek
81.Part a to 81.Part b
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 81.Part a-Part b
Not analysed yet
a. ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς, ὡς παρ᾿ Ὁμήρῳ (Γ 376)· κεινὴ δὲ τρυφάλεια, ἵν᾿ ᾖ κενή. κενὸς γὰρ ἂν εἴην, εἰ διώκοιμι πρόσω τῶν Ἡρακλείων στηλῶν, ὧν ὕπερ ἄγαν. b. γράφε κεῖνος εἴην, ὁ τῶν δυνατῶν ἐφιέμενος |καὶ μὴ ἀδυνάτων ἐρῶν. ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς εἴην, ἵν᾿ ᾖ, ἐὰν διώξω τὰ ἀδύνατα, κεινὸς εἴην, οἷον ἄφρων, ὡς ἀδυνάτων ἐφιέμενος.