Ancient Greek
Scholia in Olympionicarum carmen IX., Line 82
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 82-2
Not analysed yet
a. κοῦροι κουρᾶν: πληθυντικῶς εἶπεν· ἐχρῆν γὰρ ἑνικῶς εἰπεῖν· κοῦροι γὰρ κούρης τῆς Πρωτογενείας λέγει. b. κοῦροι: ὦ Ὀπούντιοι. c. καὶ φερτάτων Κρονιδᾶν: τὸ ἑνικὸν ἀντὶ πληθυντικοῦ ἐξενήνοχεν. d. ἀντὶ τοῦ φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν. κουρᾶν δὲ πάλιν τῆς κόρης, τῆς Πρωτογενείας. e. ἢ ὡς καὶ Ἕλληνα φέρειν τὸ γένος ἢ ἀπὸ Δευκαλίωνος. δύναται δὲ καὶ ἀπὸ τοῦ Ὀποῦντος· Διὸς γὰρ ἦν, ὥς φησι Πίνδαρος, θέσει δὲ Λοκροῦ. f. φερτάτων Κρονιδᾶν: ἀντὶ τοῦ ἀπὸ φερτάτου Κρονίδου· Διὸς γὰρ Λοκρὸς ὁ πρόγονος αὐτῶν. g. τὸ δὲ Ἰαπετιονίδος φησὶ φύτλας καὶ φερτάτων Κρονιδᾶν, ἀντὶ τοῦ τῆς Πρωτογενείας καὶ τοῦ Διὸς, ἀφ᾿ ὧν τοὺς Ὀπουντίους λέγει γεγενῆσθαι.