Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 82
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 82.Part a
Not analysed yet
a. ὅθεν σπέρματος: ἔστι μὲν καὶ οὕτως διαστεῖλαι· ὅθεν σπέρματος ἔχοντι ῥίζαν· εἶτα ἀπ᾿ ἄλλης ἀρχῆς· πρέπει τὸν Αἰνησιδάμου· ἣν καὶ ὁ Δίδυμος ἀποδέχεται. Ἀρίσταρχος δὲ οὕτως· ὅθεν σπέρματος ἔχοντι ῥίζαν τὸν Αἰνησιδάμου· ὥστε ἴσον εἶναι τῷ, ἀφ᾿ ὧν ἔχοντι τὸ σπέρμα τῷ Αἰνησιδάμου υἱῷ πρέπει λυρῶν καὶ ἐγκωμίων τυγχάνειν. γίνεται δέ, φησιν ὁ Δίδυμος, κατὰ τὴν ἐκφορὰν ταύτην παρέλκον τὸ τυγχανέμεν. τὴν δὲ αἰτιατικὴν πτῶσιν τοῖς ἄνω συναπτέον ὡς προείρηκα, καὶ τὸ πρέπει τὸν Αἰνησιδάμου ἀπὸ ἄλλης ἀρχῆς· ὁ δὲ Θήρων τοῦ σπέρματος ἔχει ῥίζαν ἀπὸ τούτων.