Ancient Greek
Scholia in Olympionicarum carmen II., Line 82
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 82.Part d
Not analysed yet
d. ὅθεν σπέρματος ἔχοντι: ἀφ᾿ οὗ γένους, τοῦ Θερσάνδρου, ἔχουσι τὴν ῥίζαν οἱ περὶ Θήρωνα. |τὸ δὲ γένος Λαΐου καὶ Οἰδίποδος ὁ Θήρων οὕτω κατάγει· |Λαΐου Οἰδίπους· τούτου Πολυνείκης· οὗ Θέρσανδρος· οὗ Τισαμενός· οὗ Αὐτεσίων· οὗ Θήρας· οὗ Σάμος. οὗτος ἔσχεν υἱοὺς δύο, Τηλέμαχον καὶ Κλύτιον· ὧν ὁ μὲν Κλύτιος ἔμεινεν ἐν Θήρᾳ τῇ νήσῳ, ὁ δὲ Τηλέμαχος ἐν χώρᾳ . . . . ,ὅθεν συλλέξας δύναμιν ἔρχεται εἰς Σικελίαν καὶ κρατεῖ τῶν τόπων· ἐξ οὗ Χαλκιοπεύς· οὗ Αἰνησίδαμος· οὗ Θήρων.