Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 86
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 86-3
Not analysed yet
a. νῦν μὲν γὰρ αὐτῷ γέρας: λείπει ἢ ἤνεγκεν ἢ περιεποίησεν. οὐ δεκτέον δὲ ὅτι τριακοντάκις Ἀλκιμέδων ἐνίκησεν, ἀλλ᾿ ὅτι Μελησίας γυμνάσας τριάκοντα ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο. ἦν δὲ τριακοστὸς Ἀλκιμέδων. δύναται δὲ τὸ ἑλών μετοχὴ ἀντὶ ῥήματος τοῦ ἑλεῖν. b. νῦν μὲν αὐτῷ γέρας: τῷ Μελησίᾳ. c. ἐπὶ τοίνυν τοῦ παρόντος δόξα αὐτῷ ἐστιν ὁ Ἀλκιμέδων τριακοστὸς νικητὴς ἀναδειχθείς. λέγεται γὰρ σὺν τούτῳ ἀλεῖψαι τριάκοντα μαθητάς. d. ἄλλως· νῦν τῷ ἀλείπτῃ Μελησίᾳ γέρας ὁ Ἀλκιμέδων περιεποίησε· τὸ γὰρ περιεποίησεν ἔξωθεν προσληπτέον. e. οὐ δεκτέον [δὲ] πάντως ὅτι ὁ Ἀλκιμέδων τριάκοντα νίκας ἔσχεν· ἀλλ᾿ ὁ Μελησίας γυμνάσας ἀθλητὰς νίκας αὐτῶν ἐδέξατο τριάκοντα.