Ancient Greek
Scholia in Olympionicarum carmen VI., Line 89
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 89.Part x
Not analysed yet
[οὔτ᾿ ἰδεῖν εὔχοντο ἕως τοῦτ᾿ ὄνομ᾿ ἀθάνατον:] ὁ νοῦς· ἔκειτο δὲ ὁ παῖς βεβρεγμένος καὶ κεκαλυμμένος ταῖς τῶν ἴων ἀκτῖσι [δεδροσισμένος]· διόπερ καὶ τὴν κλῆσιν τὴν τοῦ Ἰάμου αὐτῷ ἡ μήτηρ ἔθετο ἀπὸ τῆς τῶν ἴων αἰτίας. ἀθάνατον δὲ εἶπεν ὠνομάσθαι αὐτὸν ὡς ἐν τῷ χρησμῷ· εἶπε γὰρ ἀνωτέρω οὐδέποτε ἐκλείψειν τὴν γενεὰν αὐτοῦ.