Ancient Greek
Scholia in Olympionicarum carmen X., Line 9
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 9-3
Not analysed yet
a. ἐπελθών: ὁ ἐκ πολλοῦ διαστήματος ἐλθών. b. ὁ γὰρ ἐκ πολλοῦ χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχύνει. c. πολὺς γὰρ ὁ μεταξὺ χρόνος ἐγένετο καὶ ἦλθεν οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν, ἡνίκα ἀναμνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν. d. ἕκαθε γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος: ὁ προσδοκώμενος μετὰ τὴν ὑπόσχεσιν ἔσεσθαι, καθ᾿ ὃν ἀποδίδωσι τὸν ἐπινίκιον. e. ὁ μελλητικός. f. ὁ γὰρ ἐκ πολλοῦ διαστήματος χρόνος παραγενόμενος τὸ ἐμὸν χρέος καταισχυνεῖ· οἷον βαθὺ αὐτὸ καὶ πολὺ ποιήσει χρέος καὶ αὐξηθησόμενον τόκοις. g. ἕκαθε γάρ: ἀφ᾿ οὑκερ ὑπεσχόμην, πρὸς τοῦτο ἕκαθε. h. ὁ γὰρ ἐπιγενόμενος χρόνος μετὰ τὴν ὑπόσχεσιν πολὺς ὢν καταισχύνει τὸ ὄφλημα· διὰ δὲ τούτου σημαίνει ὅτι πολὺς ὁ διὰ μέσου χρόνος διελήλυθεν εἴπερ ὁ μέλλων χρόνος οὐκ ἐγγύθεν, ἀλλὰ μακρόθεν ἐλήλνθεν, ἡνίκα μνησθεὶς ἐπιτελεῖ τὴν ἐπαγγελίαν. i. ὁ δὲ νοῦς· οὐ γὰρ ὡρισμένως οὐδὲ καθὼς ὑπεσχόμην. ἀλλὰ πόρρω τῆς προθεσμίας ὁ τότε ὡρισμένος καὶ τότε μέλλων [προσδοκώμενος] χρόνος αἰσχύνης ἀξίαν μηνύει μου τὴν ὑπόσχεσιν καὶ ὀφειλὴν βραδύνας.