Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 91
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 91-3
Not analysed yet
a. νόστον ἔχθιστον: ἀντὶ τοῦ φήμην κακὴν ἐποίησε παρ᾿ αὐτοῖς· ἕκαστος γὰρ τῶν ὁρώντων ἐπὶ τῆς γλώττης· οὗτός ἐστιν ὁ νενικηκώς, ἐπιφέρει. b. ἀτιμοτέραν γλῶσσαν: οἱ γὰρ ἡττώμενοι καὶ σιωπῶσι καὶ λάθρᾳ ἀναχωροῦσιν ὡς ἀπαρρησίαστοι καὶ ἄγνωστοι τῇ πατρίδι. c. ἢ ὅτι οὐχ ὑμνοῦνται. d. ἀτιμοτέραν γλῶσσαν: ἀπαρρησίαστον.