Ancient Greek
91.Part b to 91.Part d
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 91.Part b-Part d
Not analysed yet
b. τάν οἱ πατὴρ: τὴν ἄτην, φησὶν, ἐπεκρέμασεν αὐτῷ. ἄτην δὲ εἶπε τὸν λίθον, ὃς ἦν ἄτη· δὶς δὲ παρείληφε τὴν ἀντωνυμίαν· τὸ γὰρ οἱ ἰσοδυναμεῖ τῷ αὐτῷ. c. ἄλλως· δι᾿ ἥντινα ἄτην ὁ Ζεὺς ὑπὲρ τῆς κεφαλῆς αὐτοῦ λίθον ἐπήρτησεν· ὥστε τῇ προσδοκίᾳ τοῦ καταπίπτειν τὸν λίθον ἐφ᾿ ἑαυτὸν τιμωρεῖσθαι αὐτόν· ὅντινα ἐπηρτημένον λίθον ἐπιθυμῶν ἑαυτοῦ ἐκ τῆς κεφαλῆς ἀπώσασθαι καὶ μὴ δυνάμενος, εὐφροσύνης πλανᾶται, ἀντὶ τοῦ ἔξω τῆς εὐφροσύνης ἐστίν. d. ἄλλως· τάν οἱ πατήρ: ἐπικρέμαται αὐτῷ λίθος· εἶτα τοῦτο μενοινῶν καὶ κατὰ ψυχὴν ἔχων, ὡς ἐπιπεσὼν ὁ λίθος διαφθερεῖ αὐτὸν, τῆς εὐφροσύνης ἀλᾶται, |προσδοκῶν ἀεὶ τὴν κεφαλὴν αὐτοῦ βληθήσεσθαι.