Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 93
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 93-3
Not analysed yet
a. πατρὶ δὲ πατρός: τῷ δὲ προπάτορι αὐτοῦ μένος ἐνέπνευσεν ἐναντίον τῷ γήρᾳ, τουτέστιν ἀντὶ γέροντος νέον αὐτὸν ἐποίησε καὶ εὔθυμον. καὶ Ὅμηρος (τ 360)· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. b. ἢ ἐκ τοῦ ἐναντίου· ἡ γὰρ εὐθυμία τοὺς γέροντας νεάζειν ποιεῖ. c. πατρὶ δὲ πατρός: τῷ δὲ πάππῳ αὐτοῦ ἡ τῆς νίκης ἡδονὴ ἐνέβαλε δύναμιν τὴν τοῦ γήρως ἐναντίαν οὖσαν· οἱονεὶ ταῖς εὐφροσύναις καὶ ταῖς ἡδοναῖς ἀνανεάζειν πεποίηκε τὸν γεγηρακότα ἡ χαρά.