Ancient Greek
Scholia in Olympionicarum carmen VIII., Line 95
Scholia in Pindarum, Scholia in Pindarum Olympian Odes 95-2
Not analysed yet
a. Ἀίδα τοι λάθεται: πᾶς γάρ τις ἁρμόδια καὶ καταθύμια πράξας τοῦ Ἅιδου λήθην ποιεῖται, τουτέστιν ἀθάνατα φρονεῖ διὰ τὴν παρεστῶσαν εὐφροσύνην. b. Ἀίδα τοι λάθεται: πᾶς γὰρ ἀνὴρ ἁρμόδια πράξας τῇ ἑαυτοῦ προαιρέσει Ἅιδου, τουτέστι τοῦ θανάτου, λήθην λαμβάνει· ἤ πού γε τῶν ἁπλῶς κατὰ φύσιν ὀχλούντων οἱονεὶ τὸ φρόνημα· τοιαύτη γὰρ ἡ τῆς φαντασίας εὐπραξία τοῖς εὖ πράττουσιν.