Ancient Greek · ~12 min
Argumentum Excerpt excpt cod V
Scholia In Sophoclem, Argumenta et excerpta interpretationum allegoricarum in Sophoclis Ajacem Argumentum Excerpt excpt cod V.1
Not analysed yet
Excerpta interpretationum allegoricarum codicis V: Περὶ ἀγάλματος πτερωτοῦ Ἑρμοῦ. τὸν Ἑρμῆν οἱ Ἕλληνες καὶ οἱ λοιποὶ τῶν ἀρχαίων Ῥωμαίων κατὰ τὴν αὐτῶν πεπλανημένην μυθολογίαν υἱὸν Διὸς λέγουσι καὶ Ῥέας. Διὸς μὲν υἱόν, τοῦ νοῦ· μετὰ φρονήσεως γὰρ ὁ λόγος γεννᾶται. καὶ διὰ τοῦτο αὐτὸν ἐργάζονται ὑπόπτερον διὰ τὸ μὴ γηράσκειν ὅλως τὸν λόγον. ἀλλὰ καὶ τετράγωνον ποιοῦσιν αὐτόν, διὰ τὴν στερρότητα τοῦ ἀληθοῦς λόγου. περὶ ἀγάλματος Ἑρμοῦ βαστάζοντος μάρσιππον. ἀλλὰ καὶ οἱ Φοίνικες τοὺς θεοὺς αὐτῶν πλάττουσιν ἐπιφερομένους βαλάντιον χρυσοῦν, σύμβολον ὂν δυναστείας. οἱ δὲ Ἕλληνες σιδηροφοροῦντας αὐτοὺς πλάττουσιν ὡς τοῖς ὅπλοις ὑποταττομένων τῶν ἀνθρώπων. περὶ ἀγάλματος Εὐγνωμοσύνης. τὸ ἄγαλμα τῆς Εὐγνωμοσύνης τῇ δεξιᾷ χειρὶ σκῆπτρον κατέχει, ἀγχίνου οὔσης αὐτῆς. τῇ δὲ ἑτέρᾳ βιβλίον, διὰ <τὸ> τὸν εὔνουν δέεσθαι ἀναμνήσεως, ἥτις διὰ τῶν βιβλίων γίνεται. ἄγαλμα Γῆς, ὅτι γυναῖκα λέγουσι τὴν Ἑστίαν καὶ πλάττουσιν αὐτήν, οἱονεὶ τὴν γῆν, τύμπανον βαστάζουσαν ἐπὶ τοὺς †ἀνομʹ δὲ ἡ γῆ ἐφ' ἑαυτὴν συγκλίνει. περὶ ἀγάλματος Ἰανουαρίου. τὸ ἄγαλμα τοῦ Ἰανουαρίου μηνὸς ἱστοροῦσι τετρασύμφορον διὰ τὰς δʹ τροπάς. ἄλλοι δὲ πλάττουσιν αὐτὸν ἐν τῇ δεξιᾷ χειρὶ κατέχοντα ψήφους τʹ ἐν δὲ τῇ εὐωνύμῳ ξεʹ ὡσανεὶ πατέρα τοῦ χρόνου. περὶ ἀγάλματος κρατοῦντος κιθάραν ἐπὶ χερσί. πλάττουσι τὸν Ἀπόλλωνα, οἱονεὶ τὸν ἥλιον, τὴν τοῦ παντὸς ἁρμονίαν κατέχοντα· κιρνάμενος γὰρ τοῖς λοιποῖς ἀστράσι κατέχει καὶ ζῳογονεῖ. περὶ ἀγάλματος κατέχοντος ψαλλίδα. τὴν Ἥραν λέγουσιν εἶναι, τὸν ἀέρα. καὶ ἐπεὶ ὁ ἀὴρ καθαίρει, ποιοῦσι τῆς Ἥρας τὸ ἄγαλμα βαστάζον ψαλλίδα χρυσῆν. ἀπὸ μεταφορᾶς ψαλλίδος τῆς ἄνω κειρούσης τὰς τρίχας καὶ καθαρὸν ἀποδεικνυούσης τὸ σῶμα. περὶ ἀγάλματος Δήμητρας βασταζούσης πύργον. οἱ πολλοὶ καλοῦσι τὴν Δήμητραν γῆν καὶ ἐπεὶ ἕδρα πάσης ἐστὶ πόλεως ἡ γῆ, <ἡ> βαστάζουσα τὰς πόλεις λέγεται πυργοφόρος. περὶ ἀγάλματος κατέχοντος δόρυ. τὸ τῆς Ἀθηνᾶς ἄγαλμα δόρυ κρατεῖ καὶ ἀσπίδα διὰ τὸ σταθερὸν καὶ διὰ τὸ πᾶσαν ἐπιβουλὴν τῆς σοφίας ἀποθέσθαι· ἡ αὐτὴ γάρ ἐστι τῷ νῷ. καὶ περικεφαλαίαν δίδωσιν αὐτῇ διὰ τὸ νέον τῆς σοφίας καὶ ἀκρότατον καὶ ἀθέατον· καὶ ἐλαίαν ὡς καθαρωτάτην οὖσαν αὐτήν. οὐσία γὰρ φωτὸς ὅλη ἡ ἐλαία. καὶ γοργόναν διδόασιν ἐπὶ τὸ στῆθος αὐτῆς διὰ τὸ βραχὺ τοῦ νοός. περὶ ἀγάλματος Ἡρακλέο<υ>ς βαστάζοντος τρία μῆλα. ἄγαλμα πλάττουσι καθήμενον ἔχον τὰ ἄνω γυμνὰ τὰ δὲ κάτω ἐσκεπασμένα· κρατεῖ δὲ τῇ μὲν εὐωνύμῳ χειρὶ σκῆπτρον, τῇ δὲ δεξιᾷ προτείνει ἀετόν. καὶ τὸ μὲν καθέζεσθαι τὸ ἑδραῖον τῆς δύσεως αἰνίττεται, τὸ δὲ τὰ ἄνω ἔχειν γυμνά, ὅτι φανερὸς τοῖς νοεροῖς καὶ ἀγνώστοις, τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν, τὸ ἐξουσιάζειν, τὸ δὲ τῇ ἑτέρᾳ ἀετὸν προτείνειν, ὡς τῶν ἀεροπόρων κραταιῶν πνευμάτων, ὡς ἀετὸς τῶν μεταρσίων ὀρνέων. διὰ δὲ τῶν τριῶν μήλων δηλοῖ τὸ τῆς σφαίρας εἰς τρία κλίματα ἔχειν πᾶσαν διακόσμησιν. τέρας, σημεῖον, σύμβολον, τεκμήριον διαφέρει. τέρας μὲν λέγεται τὸ παρὰ φύσιν, οἷον ἐγεννήθη ἄνθρωπος ἔχων ἓξ δακτύλους τῇ μιᾷ χειρί. σημεῖον, τὸ περὶ καιρόν, οἷον ἐν χειμερίῳ καιρῷ ἐφάνησαν ὀπῶραι χλωραί. σύμβολον δὲ τὸ ἀπὸ συμβουλῆς γινόμενον, οἷον τὸ τοῦ Ἰούδα ῥητόν, τὸ (Matth. xxvi. 48)· ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν. τεκμήριον δέ, ὅταν καπνὸν βλέπωμεν καὶ νοῶμεν ἢ κάμινον ἅπτειν ἢ ἐμπρησμὸν εἶναι ἢ ἄλλο τι τοιοῦτον.