Ancient Greek · ~1 min
Argumentum Excerpt arg cod G
Scholia In Sophoclem, Argumenta et excerpta interpretationum allegoricarum in Sophoclis Ajacem Argumentum Excerpt arg cod G
Not analysed yet
Argumentum codicis G: Παραινεῖ ὁ Σοφοκλῆς διὰ τοῦ δράματος τούτου, ὅτι οὐ δεῖ ἐπί τισι πράγμασιν ἀμέτρως λυπεῖσθαι, ὡς μὴ ταυτόν τι τῷ Αἴαντι πάθοιμεν ἐκ τῆς ἀμετρήτου λύπης. παραινεῖ δὲ καὶ τὸ μὴ αἰωνίους ἔχειν τὰς ἔχθρας· παριστᾷ οὖν τὸν Ὀδυσσέα ἐχθρὸν μὲν ὄντα πρῴην τοῦ Αἴαντος, εἶθ' ὕστερον φίλον αὐτοῦ καὶ διισχυριζόμενον σὺν τῷ Τεύκρῳ θάψαι αὐτόν.