Ancient Greek · ~4 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1
Not analysed yet
1 ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, πείρᾳ καὶ δόλῳ μετιόντα τοὺς ἐχθρούς· πεῖρα γὰρ ἡ βλάβη ὡς καὶ ἐν Δανάῃ οὐκ οἶδα τὴν σὴν πεῖραν· ἓν δʼ ἐπίσταμαι, τοῦ παιδὸς ὄντος τοῦδʼ ἐγὼ διόλλυμαῖ· τὸ δὲ ἀεὶ εἶπεν ἀναφέρουσα εἰς ἐκεῖνο, ὅτι καὶ μετὰ Διομήδους κατάσκοπος γενόμενος ἐπὶ τοὺς Τρῶας οὐκ ἔλαθεν αὐτὴν ὡς αὐτὸς μαρτυρῶν φησι κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι οὐδέ σε λήθω· δυσχεραίνει δὲ ἡ Ἀθηνᾶ τῷ Αἴαντι ὅτι ἀπώσατο τὴν συμμαχίαν αὐτῆς. εἰς τὸ αὐτό: ἀεὶ ὁρῶ σε, Ὀδυσσεῦ, τὴν παρὰ τῶν ἐχθρῶν σοι γινομένην βλάβην ζητοῦντα προυφαρπάσαι οἷον εἰ ἐπιβουλεύει σοί τις σπουδάζεις τὴν ἐπιβουλὴν τὴν κατὰ σοῦ γινομένην αὐτῷ τῷ ἐπιβουλεύσαντι βλαβερὰν γενέσθαι· ἐκ μεταφορᾶς τῶν κυνηγῶν οἳ τὰ μικρὰ θηρία φονεύουσι προφυλαττόμενοι τὴν ἐξ αὐτῶν ἐσομένην βλάβην· πεῖρα δὲ Ἀττικῶς δόλος καὶ τέχνη ὅθεν καὶ πειραταὶ οἱ κατὰ θάλατταν κακοῦργοι. κτητικὸν ἀντὶ κυρίου.