Ancient Greek
1037 to 1097
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1037-1097
Not analysed yet
1037 καλῶς τὸ φάναι πάντα κατὰ γνώμην θεῶν γίνεσθαι· εἰσὶ γάρ τινες ἑτεροδοξοῦντες. 1038 τάδʼ| τὸ ἐκ θεῶν μηχανᾶσθαι ταῦτα. 1039 τὰ ἑαυτοῦ δόγματα· γέγονε δὲ τοῦτο καὶ παροιμιακόν. 1041 χὤ τι μυθήσῃ τάχα καὶ ὅ τι μυθήσῃ πρὸς τὴν ἔφοδον Μενελάου τουτέστι τὴν ἄφιξιν ἤτοι πρὸς αὐτὸν Μενέλαον. 1043 ἐξίκοιτʼ ἀνήρ. πιθανῶς ὅτι οὐ συμπαθήσων πάρεστιν· οὐκ ἀργῶς δὲ τοῦτο ἀλλʼ ?ὥσπερ προπαρασκευάζων τὸν Τεῦκρον. 1044 εἰς ἐναντιολογίαν. 1045 ἀντὶ διʼ ὅντινα τὸν ἐπὶ Τροίαν ἐστειλάμεθα πλοῦν. 1047 οὗτος, σὲ φωνῶ: ὑβριστικὸν τὸ ἦθος Μενε- λάου ἴσως ἐκ τῆς συνωμοσίας Ὀδυσσέως. 1048 ὅπως ἀντὶ ἄθαπτον. 1050 δοκοῦντʼ διὰ τὴν ἐξουσίαν οὐ διὰ δικαιολογίαν. 1052 πρῶτον κεφάλαιον ὅτι ἐπίβουλος ἦν τῶν Ἑλλήνων, δεύτερον ὅτι ἀπειθής· ἐντεῦθεν δὲ τὴν πρόφασιν τῆς ἀντιλογίας λήψεται ὁ Τεῦκρος ὅτι οὐκ εἰσὶν αὐτῷ βασιλεῖς οἱ Ἀτρεῖδαι. 1056 ὡς ἕλοι γράφε ὡς ἐλοιδόρει. ὡς ἐλοιδόρει; ὡς λοιδορούμενος ἐπηγγείλατο· ταῦτα γὰρ εἶπεν ὁ Αἴας. 1064 διὰ τὰ ἐκεῖσε φυτά. 1066 στοχάζεται γὰρ ὅτι ὁ Τεῦκρος οὐ δίχα ὀργῆς δέξεται τοὺς λόγους. 1069 ἀντὶ τοῦ τιμωρούμενοι. 1074 καὶ Ἐπίχαρμός φησιν ἔνθα δέος ἐνταῦθα καὶ αἰδώς. 1079 παρʼ Ὁμήρῳ αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται. 1084 πάνυ ἀσφαλῶς τὸ καίριον. 1085 ἐὰν ποιοῦντές τι παρὰ φύσιν ἡδώμεθα μὴ ὑπολαμβάνωμεν ὅτι οὐκ ἀντιτίσομεν ἂν λυπώμεθα ἀντὶ διʼ ἐν λυπώμεθα· τοῦτο δὲ δηλοῖ ὅτι οἱ πολλοὶ τιμῶσιν ἡδὺ τοῦτο οὐκ ἔστι παραμένον ἀλλὰ γίνεται μεταβολὴ τῆς ἡδονῆς εἰς λύπην. 1088 αἴθων ὑβριστής: οὐχ ἵσταται ἐπὶ τῶν αὐτῶν· ἦν τότε ὑβριστὴς οὗτος ἀλλὰ νῦν ἐν μεταβολῇ γέγονεν καὶ ἡμεῖς οἱ πρότερον κρατούμενοι ὑπʼ αὐτοῦ νῦν μέγα φρονοῦμεν. 1091 μὴ γνώμας ὑποστήσας σοφάς: ἐπειδὴ τὰ περὶ τῆς εὐπειθείας ἄριστα ἐγνωμολόγησεν. διάκειται μὲν ὁ χορὸς πρὸς τὸν Τεῦκρον ὑπεσταλμένως δὲ διαλέγεται διὰ τὸ τοῦ βασιλέως ἀξίωμα. 1093 οὐκ ἄν ποτ᾿, ἄνδρες, ἄνδρα:πρὸ τῆς ἀντιλογίας βούλεται μαλάξαι τὸν Μενέλαον ὅτι εὐγενὴς ἂν οὐκ ἄξια τῷ γένει ἐξαμαρτάνει· ὁ δὲ λόγος παιδεύει τοὺς εὐγενεῖς μὴ ἁμαρτάνειν. 1097 κατʼ ἐρώτησιν.