Ancient Greek
1100 to 1150
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1100-1150
Not analysed yet
1100 ποῦ σὺ στρατηγεῖς. πῶς τῷ Αἴαντι προστάσσεις ὁ μὴ τῶν ὑπὸ Αἴαντα ἔχων ἐξουσίαν; 1102 Σπάρτης ἀνάσσων ἦλθες: ὁ λόγος ἅπας ὅτι σύμμαχος ἦλθεν οὐχ ὑπήκοος. 1103 οὐδʼ ἔπθʼ ὅπου σοὶ τόνδε: οὐδʼ ἔστιν ὅπου σοὶ πλέον προὔκειτο τοῦτον κοσμεῖν ἀλλʼ οὐχὶ σὲ ὑπὸ τούτου κοσμεῖσθαι. 1104 ἢ καὶ τῷδε γράφε ἢ καὶ τοῦδε σοί. 1105 ὕπαρχος ἀντὶ καὶ αὐτὸς ἑτέροις ὑπετέταξο. 1107 διὰ τῶν σεμνῶν ἐπῶν κόλαζε τοὺς ὑπὸ σέ. 1108 ἀντὶ τοῦ νουθέτει. 1109 εἴθ᾿ ἅτερος στρατηγός. τὸν περὶ τῆς ἐπιβουλῆς λόγον ἀποφεύγει ὡς δυσανάτρεπτον, ἐνδιατρίβει δὲ τῷ ὅτι οὐ πάντων εἰσὶν ἄρχοντες. 1111 οὐ γάρ τι τῆς σῆς. ἀντετίθει γάρ τις ὅτι διὰ τὴν Ἑλένην ἡ στρατεία ἐγένετο· ὅπερ οὖν ἔθλιβεν αὐτὸν ἀνεσκεύασεν. 1112 οἱ πόνου πολλοῦ πλέῳ: οἱ φιλοκίνδυνοι, οἱ πλήρεις τῶν πόνων, λέγει δὲ τοὺς μισθοφόρους· οὐχ ὥσπερ μισθοφόρος τις ἐπὶ μισθῷ ἐστρατεύσατο. 1113 ἀλλʼ οὕνεχ’ ὅρκων: τῶν γὰρ ἀριστέων συνελθόντων ἐπὶ τὴν τῆς Ἑλένης μνηστείαν ὁ Τυνδάρεως πάντας ὅρκους ἀπῄτησεν συναγωνίζεσθαι τῷ γαμοῦντι αὐτὴν καὶ συστρατεύειν εἴ τις ἁρπαγὴ γένοιτο περὶ τὴν Ἑλένην τῷ γήμαντι. 1114 σοῦ δʼ οὐδέν: ὅλως γάρ σε οὐκ εἶχεν ἐν ἀριθμῷ· πεποιθὼς δὲ Ἀγαμέμνονι ὑβρίζει Μενέλαον· συνᾴδει γὰρ τῷ Τεῦκρε, φίλη κεφαλή. 1118 οὐδʼ αὖ τοιαύτην γλῶσσαν: ὑποτίθησι τῷ Τεύκρῳ παύσασθαι τῆς κατηγορίας καὶ μάλιστα ἐν τοιούτῳ καιρῷ ἐν εὐεπιβούλευτός ἐστιν· ἢ τὸ ἐν κακοῖς τοῦτο δηλοῖ, οὐκ ἐπιτρέψει ἡ συμφορὰ ἄλλο τι νῦν πράσσειν ἢ περὶ τὸ ἐνεστὸς κακὸν γίνεσθαι. 1123 κἂν ψιλὸς ἀρκέσαιμι. τὰ τοιαῦτα σοφίσματα οὐκ οἰκεῖα τραγῳδίας· μετὰ γὰρ τὴν ἀναίρεσιν ἐπεκτεῖναι τὸ δρᾶμα θελήσας ἐψυχρεύσατο καὶ ἔλυσε τὸ τραγικὸν πάθος. 1126 κτείναντά ὅσον ἧκεν ἐφʼ ἑαυτῷ. 1127 κτείναντα ; δεινόν: ὁ μὲν εἶπεν ὅσον ἐφʼ ἑαυτῷ ὁ δὲ τῆς φωνῆς ἀντιλαμβάνεται· τὸ δὲ τοιοῦτο κωμῳδίας μᾶλλον οὐ τραγῳδίας. 1131 ταῦτα καὶ ἐν Ἀντιγόνῃ. 1135 εἰκότως, φησίν, ἐμίσει σε ἀδικούμενος. μιᾷ ψήφῳ φησὶ κατακριθῆναι τὸν Αἴαντα ὑπὸ Μενελάου. 1137 ἀντὶ τοῦ ἐμπείρως. 1150 ἐγὼ δέ γ᾿ καὶ οὗτος αἰνίττεται ὡς ἐφʼ ἑτέρου τὸν λόγον ποιούμενος.