Ancient Greek
1062 to 1087
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 1062-1087
Not analysed yet
1062 τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν. καλῶς ὁ χορὸς καὶ ἑαυτὸν συγκαταλέγει ἴνα μὴ δοκῇ φορτικὸς εἶναι τούτοις καθʼ ὧν τὸν λόγον πεποίηται. 1065 οὐκ ἀπόνητοι: ἀντὶ οὐκ ἐπὶ πολὺ ἔσονται ἀθῷοι οἱ περὶ Αἴγισθον καὶ Κλυταιμήστραν. 1066 χθονία βροτοῖσιν. οὐ τὴν ἐπίγειόν φησιν ἀλλὰ τὴν κατὰ γῆς χωρῆσαι δυναμένην. 1068 τοῖς ἔνερθʼ ἢ Ἀγαμέμνονα ἢ Ὀρέστην· δοκοῦσι γὰρ αὐτὸν τεθνηκέναι. 1069 ἀχόρευτα φέρουσ᾿ ὀνείδη. ἐφʼ οἷς οὐκ ἄν τις χορεύσειε, τὰ πένθιμα ὀνείδη, ὀνείδη δὲ ἐπειδὴ ὄνειδος ἦν τῇ Κλυταιμήστρᾳ ἐπιχαίρειν Ὀρέκτῃ. 1070 ὅτι σφίσιν ἤδη: ἡ ἀπότασις πρὸς τὴν Κλυταιμήστραν· ἄγγειλον οὖν, φησίν, ὅτι τὰ κατʼ οἶκον νενόσηκεν καὶ οὐκ ἔστιν ὑγιῆ. 1072 οὐκέτʼ ἐξισοῦται: οὐκέτι ἴσα φρονοῦσιν ὡς ἐν φιλίᾳ διαιτώμεναι ἀλλὰ στασιάζουσι πρὸς ἀλλήλας. 1074 πρόδοτος δὲ μόνα σαλεύει: κινδυνεύει, ἐκ μεταφορᾶς τῶν νηῶν· μόνη δὲ αὐτὴ ἐφʼ ἑαυτῆς χωρὶς ἀγκύρας. 1075 τὸν ἀεὶ πατρός: λείπει ἡ περί, περὶ τοῦ πατρὸς στενάχουσα ὡς τὸ Ὁμηρικὸν τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ ὡς ἑνός· τὸ δὲ ἑξῆς, ἀεὶ τὸν τοῦ πατρὸς μόρον στενάχουσα· ἢ τὸν ἀεὶ εἰς τὸν ἀεὶ χρόνον. λείπει ἡ περί. 1078 πρόνοιαν οὐκ ἔχουσα τοῦ μὴ ἀποθανεῖν ὅ ἐστιν ἀφειδοῦσα τῆς ἰδίας τύχης καὶ ῥιψοκινδυνοῦσα. 1079 τό τε μὴ βλέπειν ἑτοίμα: ἑτοίμη καὶ τῆς ὄψεως στέρεσθαι τουτέστιν ἀποστερηθῆναι τῶν ὀμμάτων ἀντὶ καὶ ἀποθανεῖν ἑτοίμη καὶ ζῶσα κολάζεσθαι καὶ τοῦτο λέγει διδύμην Ἐρινύν· ἢ ἐπὶ τοῦ θανάτου τὰ δύο, ἑτοίμη μὴ βλέπειν αὐτοὺς ἀλλʼ ἐν σκότει γενέσθαι τοῦ θανάτου ἐν τῇ αὐτῇ Ἐρινύι γενομένη τῷ Ἀγαμέμνονι ὅ ἐστι διπλῆ Ἐρινύς. 1080 διδύμαν —Αἴγισθον καὶ Κλυταιμήστραν. 1084 νώνυμνος τῆς εὐκλείας θέλων γενέσθαι. ὦ παῖ παῖ: οὕτω καὶ σύ, παῖ, εἵλου τὸν αἰῶυα πάγκλαυτον· κοινὸν δὲ διηνεκῆ ἐπὶ παντὸς αἰῶνος ἑαυτῆς. 1087 καταπολεμήσασα τὸ αἰσχρὸν καὶ νικήσασα οἷον τοὺς ἐχθροὺς καταγωνισαμένη.